τοὺς γὰρ εἰς τὸ ἀπανθρακίζειν ἐπιτηδείους ἰχθῦς εἰς ἅλμην ἀπέβαπτον ἣν καὶ Θασίαν ἐκάλουν ἅλμην. ὡς καὶ ἐν Σφηξὶν ὁ αὐτός φησιν ποιητής ι
ὦ κακοδαίμων ὅστις ἐν ἅλμῃ πρῶτον τριχίδων ἀπεβάφθη.
138. Θρᾶιτται. ἐπεὶ δ᾽ ἐνταῦθα τοῦ λόγου ἐσμὲν προδιειλέγμεθά τε περὶ θρισσῶν, φέρε εἴπωμεν τίνες εἰσὶν αἱ παρὰ Ἀρχίππῳ ἐν Ἰχθύσι τῷ δράματι θρᾷτται. κατά τὰς συγγραφὰς γὰρ τῶν ἰχθύων καὶ Ἀθηναίων ταυτὶ πεποίηκεν ‘ἀποδοῦναι’
καὶ γὰρ πρότερον δὶς ἀνθρακίδων ἅλμην πιών.