καὶ Ἄλεξις ἐν Ὀρέστῃ Νικόστρατός τε ἐν Πλούτῳ Μένανδρός τε ἐν Μέθῃ καὶ ΝομοθέτῃΣ32 Φιλωνίδης τε ἐν Κοθόρνοις οὕτως:
τοῦθ᾽ ἑταῖρός ἐστιν ὄντως: οὐκ ἐρωτᾷ πηνίκα
δεῖπνόν ἐστιν, ὥσπερ ἕτεροι, καὶ τί δειπνεῖν κωλύει
τοὺς παρόντας, εἶτα δεῖπνον ἕτερον εἰς τρίτην
βλέπει,
εἶτα δ᾽ ἕτερον εἰς τρίτην βλέπει εἶτα περίδειπνον πάλιν.
Τῷ δὲ παράσιτος ὅμοιά ἐστιν ὀνόματα ἐπίσιτος, περὶ οὗ προείρηται, καὶ οἰκόσιτος σιτόκουρός τε καὶ αὐτόσιτος, ἔτι δὲ κακόσιτος καὶ ὀλιγόσιτος. [p. 116] μνημονεύει δὲ τοῦ μὲν οἰκοσίτου Ἀναξανδρίδης ἐν Κυνηγέταις: ”
ἐγὼ δ᾽ ἀπόσιτος ὢν τοιαῦτ᾽ οὐκ ἀνέχομαι. ',