previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


anonymi epigrammatici
εὑρέθη ἐν Κυζίκῳ
νηλεὲς δαῖμον, τί δέ μοι καὶ φέγγος ἔδειξας
εἰς ὀλίγων ἐτέων μέτρα μινυνθάδια;
ἵνα λυπήσῃς δι᾽ ἐμὴν βιότοιο τελευτὴν
μητέρα δειλαίην δάκρυσι καὶ στοναχαῖς,
μ᾽ ἔτεχ᾽, μ᾽ ἀτίτηλε, καὶ πολὺ μείζονα πατρὸς
φροντίδα παιδείης ἤνυσεν ἡμετέρης;
ὃς μὲν γὰρ τυτθόν τε καὶ ὀρφανὸν ἐν μεγάροισι
κάλλιπεν: δ᾽ ἐπ᾽ ἐμοὶ πάντας ἔτλη καμάτους.
μὲν ἐμοὶ φίλον ἦεν ἐφ᾽ ἁγνῶν ἡγεμονήων
ἐμπρεπέμεν μύθοις ἀμφὶ δικασπολίας:
ἀλλά μοι οὐ γενύων ὑπεδέξατο κούριμον ἄνθος
ἡλικίης ἐρατῆς, οὐ γάμον, οὐ δαΐδας: [p. 180]
οὐχ ὑμέναιον ἄεισε περικλυτόν, οὐ τέκος εἶδε,
δύσποτμος, ἐκ γενεῆς λείψανον ἡμετέρης,
τῆς πολυθρηνήτου: λυπεῖ δέ με καὶ τεθνεῶτα
μητρὸς Πωλίττης πένθος ἀεξόμενον,
Φρόντωνος γοεραῖς ἐπὶ φροντίσιν, τέκε παῖδα
ὠκύμορον, κενεὸν χάρμα φίλης πατρίδος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: