antipater
Ἀντιπάτρου ῥητῆρος ἐγὼ τάφος: ἡλίκα δ᾽ ἔπνει
ἔργα, Πανελλήνων πεύθεο μαρτυρίης.
κεῖται δ᾽ ἀμφήριστος, Ἀθηνόθεν, εἴτ᾽ ἀπὸ Νείλου
ἦν γένος: ἠπείρων δ᾽ ἄξιος ἀμφοτέρων.
ἄστεα καὶ δ᾽ ἄλλως ἑνὸς αἵματος, ὡς λόγος Ἕλλην
κλήρῳ δ᾽ ἡ μὲν ἀεὶ Παλλάδος, ἡ δὲ Διός. [p. 198]