antiphilus
ναῦν Ἱεροκλείδης ἔσχεν σύγγηρον, ὁμόπλουν,
τὴν αὐτὴν ζωῆς καὶ θανάτου σύνοδον,
πιστὴν ἰχθυβολεῦντι συνέμπορον. οὔτις ἐκείνης
πώποτ᾽ ἐπέπλωσεν κῦμα δικαιοτέρη:
γήραος ἄχρις ἔβοσκε πονευμένη: εἶτα θανόντα
ἐκτέρισεν: συνέπλω δ᾽ ἄχρι καὶ Ἀίδεω.