gregorius nazianzenus
πρὸς τοὺς αὐτούςδαίμοσιν εἰλαπίναζον, ὅσοις τὸ πάροιθε μεμήλει
δαίμοσιν ἦρα φέρειν, οὐ καθαρὰς θαλίας:
τούτου χριστιανοὶ λύσιν εὕρομεν, ἀθλοφόροισι
στησάμεθ᾽ ἡμετέροις πνευματικὰς συνόδους.
νῦν δέ τι τάρβος ἔχει με: ἀκούσατε οἱ φιλόκωμοι:
πρὸς τοὺς δαιμονικοὺς αὐτομολεῖτε τύπους.