gregorius nazianzenus
εἰς ἑαυτόνπρῶτα μὲν εὐξαμένῃ με Θεὸς πόρε μητρὶ φαεινῇ:
δεύτερον, ἐκ μητρὸς δῶρον ἔδεκτο φίλον
τὸ τρίτον αὖ, θνῄσκοντά μ᾽ ἁγνὴ ἐσάωσε τράπεζα:
τέτρατον, ἀμφήκη μῦθον ἔδωκε Λόγος:
πέμπτον, παρθενίη με φίλοις προσπτύξατ᾽ ὀνείροις:
ἕκτον, Βασιλίῳ σύμπνοα ἱρὰ φέρον
ἕβδομον, ἐκ βυθίων με Φερέσβιος ἥρπασε κόλπων
ὄγδοον εὗ νούσοις ἐξεκάθηρα χέρας:
εἴνατον ὁπλοτέρῃ Τριάδ᾽ ἤγαγον, ὦ ἄνα, Ῥώμῃ:
βέβλημαι δέκατον λάεσιν ἠδὲ φίλοις.