antiphilus
τηλοτάτω χεύασθαι ἔδει τάφον Οἰδιπόδαο
παισὶν ἀπ᾽ ἀλλήλων, οἷς πέρας οὐδ᾽ Ἀίδας:
ἀλλὰ καὶ εἰς Ἀχέροντος ἕνα πλόον ἠρνήσαντο,
χὠ στυγερὸς ζώει κἠν φθιμένοισιν Ἄρης.
ἠνίδε πυρκαϊῆς ἄνισον φλόγα: δαιομένα γὰρ
ἐξ ἑνὸς εἰς δισσὰν δῆριν ἀποστρέφεται.