anonymi epigrammatici
%2Οὐδ᾽ εἴ με χρύσειον ἀπὸ ῥαιστῆρος Ὅμηρον
στήσητε φλογέαις ἐν Διὸς ἀστεροπαῖς,
οὐκ εἴμ᾽ οὐδ᾽ ἔσομαι Σαλαμίνιος, οὐδ᾽ ὁ Μέλητος
Δμησαγόρου: μὴ ταῦτ᾽ ὄμμασιν Ἑλλὰς ἴδοι.
ἄλλον ποιητὴν βασανίζετε: τἀμὰ δέ, Μοῦσαι
καὶ Χίος, Ἑλλήνων παισὶν ἀείσετ᾽ ἔπη.