pompeius macer Junior
ἡ τὸ καλὸν καὶ πᾶσιν ἐράσμιον ἀνθήσασα,
ἡ μούνη Χαρίτων λείρια δρεψαμένη,
οὐκέτι χρυσοχάλινον ὁρᾷ δρόμον ἠελίοιο
Λαΐς, ἐκοιμήθη δ᾽ ὕπνον ὀφειλόμενον,
κώμους, καὶ τὰ νέων ζηλώματα, καὶ τὰ ποθεύντων
κνίσματα, καὶ μύστην λύχνον ἀπειπαμένη.