callimachus
Νάξιος οὐκ ἐπὶ γῆς ἔθανεν Λύκος, ἀλλ᾽ ἐνὶ πόντῳ
ναῦν ἅμα καὶ ψυχὴν εἶδεν ἀπολλυμένην,
ἔμπορος Αἰγίνηθεν ὅτ᾽ ἔπλεε: χὠ μὲν ἐν ὑγρῇ
νεκρός: ἐγὼ δ᾽ ἄλλως οὔνομα τύμβος ἔχων,
κηρύσσω πανάληθες ἔπος τόδε:
φεῦγε θαλάσσῃ
συμμίσγειν Ἐρίφων, ναυτίλε, δυομένων.