antipater
εὕδεις ἐν φθιμένοισιν, Ἀνάκρεον, ἐσθλὰ πονήσας,
εὕδει δ᾽ ἡ γλυκερὴ νυκτιλάλος κιθάρη:
εὕδει καὶ Σμέρδις, τὸ Πόθων ἔαρ, ᾧ σὺ μελίσδων
βάρβιτ᾽ ἀνεκρούου νέκταρ ἐναρμόνιον.
ἠϊθέων γὰρ Ἔρωτος ἔφυς σκοπός: εἰς δὲ σὲ μοῦνον
τόξα τε καὶ σκολιὰς εἶχεν ἑκηβολίας.