lollius bassus
γαῖα Ταραντίνων, ἔχε μείλιχος ἀνέρος ἐσθλοῦ
τόνδε νέκυν. ψεῦσται δαίμονες ἁμερίων
ἦ γὰρ ἐὼν Θήβηθεν Ἀτύμνιος οὐκέτι πρόσσω
ἤνυσεν, ἀλλὰ τεὴν βῶλον ὑπῳκίσατο:
ὀρφανικῷ δ᾽ ἐπὶ παιδὶ λιπὼν βίον, εὖνιν ἔθηκεν
ὀφθαλμῶν. κείνῳ ^ μὴ βαρὺς ἔσσο τάφος.