erycius
εἰ καὶ ὑπὸ χθονὶ κεῖται, ὅμως ἔτι καὶ κατὰ πίσσαν
τοῦ μιαρογκώσσου χεύατε Παρθενίου, [p. 202]
οὕνεκα Πιερίδεσσιν ἐνήμεσε μυρία κεῖνα
φλέγματα καὶ μυσαρῶν ἀπλυσίην ἐλέγων.
ἤλασε καὶ μανίης ἐπὶ δὴ τόσον, ὥστ᾽ ἀγορεῦσαι
πηλὸν Ὀδυσσείην καὶ βάτον Ἰλιάδα.
τοιγὰρ ὑπὸ ζοφίαισιν Ἐρινύσιν ἀμμέσον ἧπται
Κωκυτοῦ κλοιῷ λαιμὸν ἀπαγχόμενος.