antipater
ἤπου σὲ χθονίας, Ἀρετημιάς, ἐξ ἀκάτοιο
Κωκυτοῦ θεμέναν ἴχνος ἐπ᾽ ἀιόνι,
οἰχόμενον βρέφος ἄρτι νέῳ φορέουσαν ἀγοστῷ
ᾤκτειραν θαλεραὶ Δωρίδες εἰν ἀίδᾳ,
πευθόμεναι τέο κῆρα σὺ δὲ ῥαίνουσα παρειὰς
δάκρυσιν, ἄγγειλας κεῖν᾽ ἀνιαρὸν ἔπος:
διπλόον ὠδίνασα, φίλαι, τέκος, ἄλλο μὲν ἀνδρὶ[p. 252]
εὔφρονι καλλιπόμαν, ἄλλο δ᾽ ἄγω φθιμένοις.