damagetus
καί ποτε Θυμώδης, τὰ παρ᾽ ἐλπίδα κήδεα κλαίων,
παιδὶ Λύκῳ κενεὸν τοῦτον ἔχευε τάφον
οὐδὲ γὰρ ὀθνείην ἔλαχεν κόνιν, ἀλλά τις ἀκτὴ
Θυνιὰς ἢ νήσων ποντιάδων τις ἔχει:
ἔνθ᾽ ὅγε που πάντων κτερέων ἄτερ ὀστέα φαίνει
γυμνὸς ἐπ᾽ ἀξείνου κείμενος αἰγιαλοῦ.