agathias scholasticus
Εὐστάθιε, γλυκερὸν μὲν ἔχεις τύπον ἀλλά σε κηρὸν
δέρκομαι, οὐδ᾽ ἔτι σοι κεῖνο τὸ λαρὸν ἔπος
ἕζεται ἐν στομάτεσσι: τεὴ δ᾽ εὐάνθεμος ἥβη,
αἰαῖ, μαψιδίη νῦν χθονός ἐστι κόνις.
πέμπτου καὶ δεκάτου γὰρ ἐπιψαύσας ἐνιαυτοῦ
τετράκις ἓξ μούνους ἔδρακες ἠελίους:
οὐδὲ τεοῦ πάππου θρόνος ἤρκεσεν, οὐ γενετῆρος
ὄλβος. πᾶς δὲ τεὴν εἰκόνα δερκόμενος
τὴν ἄδικον Μοῖραν καταμέμφεται, οὕνεκα τοίην,
ἆ μέγα νηλειής, ἔσβεσεν ἀγλαΐην.