antipater
Στρυμόνι καὶ μεγάλῳ πεποτισμένον Ἑλλησπόντῳ
ἠρίον Ἠδωνῆς Φυλλίδος, Ἀμφίπολι,
λοιπά τοι Αἰθοπίης Βραυρωνίδος ἴχνια νηοῦ
μίμνει, καὶ ποταμοῦ τἀμφιμάχητον ὕδωρ,
τὴν δὲ ποτ᾽ Αἰγείδαις μεγάλην ἔριν ὡς ἁλιανθὲς
τρῦχος ἐπ᾽ ἀμφοτέραις δερκόμεθ᾽ ἠιόσιν.