dioscorides
τῷ κωμῳδογράφῳ, κούφη κόνι, τὸν φιλάγωνα
κισσὸν ὑπὲρ τύμβου ζῶντα Μάχωνι φέροις:
οὐ γὰρ ἔχεις κηφῆνα παλίμπλυτον, ἀλλά τι τέχνης
ἄξιον ἀρχαίης λείψανον ἠμφίεσας.
τοῦτο δ᾽ ὁ πρέσβυς ἐρεῖ:
Κέκροπος πόλι, καὶ παρὰ Νείλῳ
ἔστιν ὅτ᾽ ἐν Μούσαις δριμὺ πέφυκε θύμον.