hegesippus
ἐπὶ ἑξαμέτρου τρίμετρον ἐπαδόμενονἐρρέτω ἦμαρ ἐκεῖνο, καὶ οὐλομένη σκοτόμαινα,
βρόμος τε δεινὸς ἠνεμωμένης ἁλός,
οἵ ποτε νῆ᾽ ἐκύλισαν, ἐφ᾽ ἧς ὁ τὰ πολλὰ μελίφρων
Ἀβδηρίων ἄπρηκτα θεοῖσιν εὔχετο:
ῥαίσθη γὰρ διὰ πάντα, προσηνέχθη δὲ κλύδωνι
τρηχεῖαν εἰς Σέριφον, αἰδοίων ὅθι
προξείνων ὑπὸ χερσὶ λαχὼν πυρός, ἵκετο πάτρην
Ἄβδηρα, κρωσσῷ χαλκέῳ περισταλείς.