anonymi epigrammatici
χρησμὸς Πυθίαςἔστι τις Ἀρκαδίης Τεγέη λευρῷ ἐνὶ χώρῳ:
ἔνθ᾽ ἄνεμοι πνείουσι δύο κρατερῆς ὑπ᾽ ἀνάγκης,
καὶ τύπος ἀντίτυπος καὶ πῆμ᾽ ἐπὶ πήματι κεῖται:
ἔνθ᾽ Ἀγαμεμνονίδην κατέχει φυσίζοος αἶα:
τὸν σὺ κομισσάμενος, Τεγέης ἐπιτάρροθος ἔσσῃ.