anonymi epigrammatici
εἰς Καλλιόπανπρεσβυτέρους κοῦρος μὲν ἐών, πρέσβυς δέ τε κούρους
νικᾷς, τεθρίππων κέντορας ἀθλοφόρων.
ἓξ δ᾽ ἐτέων ἀνύσας δεκάδας, στήλην ἐπὶ νίκαις
εἷλες, Καλλιόπα, νεύματι κοιρανίης,
ὄφρα μένοι καὶ ἔπειτα τεὸν κλέος. αἴθε τοι εἴη,
ὡς κλέος ἀθάνατον, καὶ δέμας ἀθάνατον. [p. 374]