anastasius traulus
εἰς τὴν σταύρωσινΧριστὸς ἐπὶ σταυροῖο πεπαρμένος ἦν ποτε γυμνός,
μεσσόθι, ληιστῆρας ἔχων ἑκάτερθε παγέντας:
καί μιν ἀκηχεμένη λιγέως ὀλοφύρετο μήτηρ
λύγδην ἱσταμένη, καὶ παρθένος ἄλλος ἑταῖρος:
καί μιν καγχαλόωντες ἐνείκεον ἄνδρες ὁδῖται
κάμμορον, οὐτιδανὸν καὶ ἀνάλκιδα φῶτα καλεῦντες:
καὶ οἱ διψαλέῳ στυγερὴν ὤρεξε ποτῆτα
λαὸς Ἰουδαίων ἀθεμίστιος, αἱματοχάρμης,
ὄξεϊ κιρνάμενος πικρὸν δέπας, εἶδαρ ὀλέθρου.
ἀλλ᾽ ἀκέων τετάνυστο καὶ οὐκ ἀπαμύνετο Χριστός,
Χριστός, ὁ καὶ Μαρίης καὶ ἀθανάτου πατρὸς υἱός.
ταῦτα τίς ἀνθρώπων ἀγέρωχος νήπιος ἔσται
κῆρι λογιζόμενος καὶ ὁρώμενος ἐν πινάκεσσιν:
ἀνδρὸς γὰρ θεός ἐστιν, ὁ δὲ βροτὸς οὐδὲν ἀρείων.