anonymi epigrammatici
τίς τὸν Θρήικα τόνδε μονοκρήπιδα Λυκοῦργον
χάλκεον, Ἠδωνῶν ταγόν, ἀνεπλάσατο;
Βακχιακὸν παρὰ πρέμνον ἴδ᾽ ὡς ἀγέρωχα μεμηνὼς
βριθὺν ὑπὲρ κεφαλᾶς ἀντέτακεν χάλυβα.
μανύει μορφὰ τὸ πάλαι θράσος: ἁ δ᾽ ἀγέρωχος
λύσσα καὶ,ἐν χαλκῷ κεῖνο τὸ πικρὸν ἔχει. [p. 232]