anonymi epigrammatici
ἁ Κύπρις τὸν Ἔρωτα κατηφιόωντα προσηύδα:
‘ τίπτε τοι, ὦ τέκος, ἄλγος ἐπέχραεν;’ ὃς δ᾽ ἀπάμειπτο:
Πιερίδες μοι μῆλα διήρπασαν ἄλλυδις ἄλλη,
αἰνύμεναι κόλποιο, τὰ δὴ φέρον ἐξ Ἑλικῶνος.
Κλειὼ μὲν μήλων πέμπτον λάβε: δωδέκατον δὲ
Εὐτέρπη: ἀτὰρ ὀγδοάτην λάχε δῖα Θάλεια:
Μελπομένη δ᾽ εἰκοστὸν ἀπαίνυτο: Τερψιχόρη δὲ
τέτρατον ἑβδομάτην δ᾽ Ἐρατὼ μετεκίαθε μοίρην
ἡ δὲ τριηκόντων με Πολύμνια νόσφισε μήλων,
Οὐρανίη δ᾽ ἑκατόν τε καὶ εἴκοσι: Καλλιόπη δὲ
βριθομένη μήλοισι τριηκοσίοισι βέβηκε.
σοὶ δ᾽ ἄρα κουφοτέρῃσιν ἐγὼ σὺν χερσὶν ἱκάνω,
πεντήκοντα φέρων τάδε λείψανα μῆλα θεάων.