agathias scholasticus
εἰς εἰκόνα τινὸς σοφιστοῦ ἐν Περγάμῳτὰς μὲν ὑπὲρ μύθων τε καὶ εὐτροχάλοιο μελίσσης
εἰκόνας ἱλήκοις δηρὸν ὀφειλόμενος:
νῦν δ᾽ ὑπὲρ ἱδρώτων τε καὶ ἀστυόχοιο μερίμνης
τῇδέ σε τῇ γραφίδι στήσαμεν, Ἡρακλάμον.
εἰ δ᾽ ὀλίγον τὸ γέρας, μὴ μέμφεο: τοῖσδε γὰρ ἡμεῖς
αἰεὶ τοὺς ἀγαθοὺς ἄνδρας ἀμειβόμεθα. [p. 180]