simonides
ἐπὶ τῷ αὐτῷ τετραμέτρῳ τετράμετρον ὅμοιον τῷ εἴ μοι γένοιτο παρθένος καλή τε καί τέρεινα μία δὲ μόνον συλλαβῇ πλεονάζον: ἐπὶ τοῦ τετάρτου ποδὸς οὐκ ἔχει ἴαμβον, ἀλλ᾽ ἀνάπαιστονπολλάκι δὴ φυλῆς Ἀκαμαντίδος ἐν χοροῖσιν Ὧραι
ἀνωλόλυξαν κισσοφόροις ἐπὶ διθυράμβοις
αἱ Διονυσιάδες, μίτραισι δὲ καὶ ῥόδων ἀώτοις
σοφῶν ἀοιδῶν ἐσκίασαν λιπαρὰν ἔθειραν,
οἳ τόνδε τρίποδά σφισι μάρτυρα Βακχίων ἀέθλων
ἔθηκαν: κείνους δ᾽ Ἀντιγένης ἐδίδασκεν ἄνδρας.
εὖ δ᾽ ἐτιθηνεῖτο γλυκερὰν ὄπα Δωρίοις Ἀρίστων
Ἀργεῖος ἡδὺ πνεῦμα χέων καθαρῶς ἐν αὐλοῖς:
τῶν ἐχορήγησεν κύκλον μελίγηρυν Ἱππόνικος
Στρούθωνος υἱός, ἅρμασιν ἐν Χαρίτων φορηθείς,
αἳ οἱ ἐπ᾽ ἀνθρώπους ὄνομα κλυτὸν ἀγλαάν τε νίκαν
θῆκαν ἰοστεφάνων θεᾶν ἕκατι Μοισᾶν.