plato
εἰς τὸ αὐτόἡ Παφίη Κυθέρεια, δι᾽ οἴδματος ἐς Κνίδον ἦλθε,
βουλομένη κατιδεῖν εἰκόνα τὴν ἰδίην [p. 254]
πάντῃ δ᾽ ἀθρήσασα περισκέπτῳ ἐνὶ χώρῳ,
φθέγξατο: ‘ ποῦ γυμνὴν εἶδέ με Πραξιτέλης;’
Πραξιτέλης οὐκ εἶδεν ἃ μὴ θέμις: ἀλλ᾽ ὁ σίδηρος
ἔξεσεν οἷ᾽ ἂν Ἄρης ἤθελε τὴν Παφίην.