anonymi epigrammatici
τὸν Φαυστινιάδην πόλις ἄνθετο Κωνσταντῖνον,
γείτονα μὲν γενεῆς, κρέσσονα δ᾽ ἡνιόχων. [p. 380]
δὴν γὰρ ἀεθλεύσας οὐκ ἤμβροτεν, ἀλλ᾽ ἐπὶ νίκῃ
παύσατο, σὺν νίκῃ καὶ πάρος ἀρξάμενος,
ὃν καὶ κοῦρον ἐόντα παλαίτεροι ἡνιοχῆες,
στεψάμενοι σταδίοις, εἷσαν ἀγωνοθέτην.