anonymi epigrammatici
χρύσεον ἀντ᾽ ἀρετῆς γέρας ἔπρεπε Κωνσταντίνῳ,
οὐδένα τῆς τέχνης τοῖον ἐνεγκαμένης. [p. 150]
κουρίζων νίκησεν ἀειδομένους ἐλατῆρας:
γηραλέος δὲ νέους δεῖξεν ἀφαυροτέρους.
ὅντινα καὶ μετὰ πότμον ἀειμνήστῳ τινὶ θεσμῷ
δῆμος καὶ βασιλεὺς ἵδρυσαν ἁζόμενοι.