tullius geminus
χείρ με Πολυγνώτου ^ Θασίου κάμεν εἰμὶ δ᾽ ἐκεῖνος
Σαλμωνεύς, βρονταῖς ὃς Διὸς ἀντεμάνην,
ὅς με καὶ εἰν Ἀίδῃ πορθεῖ πάλι, καί με κεραυνοῖς
βάλλει, μισῶν μου κοὐ λαλέοντα τύπον.
ἴσχε, Ζεῦ, πρηστῆρα, μέθες χόλον εἰμὶ γὰρ ἄπνους .
ὁ σκοπός: ἀψύχοις εἰκόσι μὴ πολέμει.