anonymi epigrammatici
χρησμὸς ἐρωτήσαντι Ῥουφίνῳ, πῶς ἂν λάβοι ὅρκον παρὰ τοῦ ἰδίου ναυκλήρουεὖτ᾽ ἂν ὑπὲρ γαίης ἀνέχῃ δρόμον ὄρθρια Τιτάν,
λύσας ἀκτῖσι ζοφερῆς δηλήματα νυκτός,
λάμπῃ δ᾽ αἰγλήεσσα νέον φάος Ἠριγένεια,
δὴ τότ᾽ ἄγων παρὰ θῖνας, ἁλιρράντους τε παρ᾽ ἀκτὰς
φῶτα στῆσον ἔναντα δεδορκότα πρὸς φάος αὐγῆς
ἠελίου. καὶ τὸν μὲν ἔσω πόδα χεύματος ἐντὸς
δεξιὸν ἐν δίναις ἐχέτω, λαιὸν δ᾽ ἐπὶ γαίης
στηρισάτω: χείρεσσι δ᾽ ἐπιψαύων ἑκάτερθε,
τῇ μὲν ἁλός, τραφερῆς δ᾽ ἑτέρῃ, πιστούμενος ὅρκον
οὐρανὸν ὀμνυέτω, χθόνα τ᾽ ἄσπετον, ἠδ᾽ ἁλὸς ὅρμους,
αἰθερίου τε πυρὸς βιοδώτορα ἡγεμονῆα:
τοῖον γὰρ θεοὶ ὅρκον ὑπὸ στομάτεσσιν ἀτίζειν
οὐδ᾽ αὐτοὶ τολμῶσιν, ἀγήνορες Οὐρανίωνες.