theaetetus
εἰς τὴν Ἀθηναίων ΝέμεσινΧιονέην με λίθον παλιναυξέος ἐκ περιωπῆς
λαοτύπος τμήξας πετροτόμοις ἀκίσι
Μῆδος ἐποντοπόρευσεν, ὅπως ἀνδρείκελα τεύξῃ,
τῆς κατ᾽ Ἀθηναίων σύμβολα καμμονίης.
ὡς δὲ δαϊζομένοις Μαραθὼν ἀντέκτυπε Πέρσαις
καὶ νέες ὑγροπόρουν χεύμασιν αἱμαλέοις,
ἔξεσαν Ἀδρήστειαν ἀριστώδινες Ἀθῆναι,
δαίμον᾽ ὑπερφιάλοις ἀντίπαλον μερόπων.
ἀντιταλαντεύω τὰς ἐλπίδας: εἰμὶ δὲ καὶ νῦν
νίκη Ἐρεχθείδαις, Ἀσσυρίοις Νέμεσις. [p. 292]