alpheus
εἰς τὸ αὐτόἁρπάσομαι πυρόεσσαν, Ἔρως, χερὸς ἐκ σέο πεύκην,
συλήσω δ᾽ ὤμων ἀμφικρεμῆ φαρέτρην,
εἲ γ᾽ ἐτύμως εὕδεις, πυρὸς ἔγγονε, καὶ σέο φῶτες
πρὸς βαιὸν τόξων εὐνομίην ἄγομεν.
ἀλλὰ καὶ ὥς σε δέδοικα, δολοπλόκε, μή τινα κεύθῃς
εἰς ἐμέ, κἠν ὕπνῳ πικρὸν ὄνειρον ἴδῃς.