anonymi epigrammatici
ἡ καρύη πολλοῖσιν ἐβεβρίθει καρύοισιν:
νῦν δέ τις ἐξαπίνης μιν ἀπέθρισεν ἀλλὰ τί φησιν;
ἐκ μὲν ἐμεῦ καρύων πέμπτον λάβε Παρθενόπεια:
ὀγδόατον δὲ Φίλιννα φέρει λάχος: ἡ δ᾽ Ἀγανίππη
τέτρατον: ἑβδομάτῳ δ᾽ ἐπιτέρπεται Ὠρείθυια:
ἕκτην δ᾽ Εὐρυνόμη καρύων ἐδρέψατο μοίρην
τρισσαὶ δ᾽ ἓξ ἑκατὸν Χάριτες διεμοιρήσαντο:
ἐννάκι δ᾽ ἐννέα Μοῦσαι ἐμεῦ λάβον ἑπτὰ δὲ λοιπὰ
δήεις ἀκρεμόνεσσιν ἐφήμενα τηλοτέροισιν.