statyllius flaccus
εἰς Ἔρωτα κοιμώμενονεὕδεις, ἀγρύπνους ἐπάγων θνητοῖσι μερίμνας:
εὕδεις, ἀτηρῆς ἆ τέκος Ἀφρογενοῦς,
οὐ πεύκην πυρόεσσαν ἐπηρμένος, οὐδ᾽ ἀφύλακτον
ἐκ κέραος ψάλλων ἀντιτόνοιο βέλος.
ἄλλοι θαρσείτωσαν: ἐγὼ δ᾽, ἀγέρωχε, δέδοικα,
μή μοι καὶ κνώσσων πικρὸν ὄνειρον ἴδῃς.