anonymi epigrammatici
τύμβος ἐγώ: κεύθω δὲ πολύστονα τέκνα Φιλίννης,
τοῖον μαψιτόκων καρπὸν ἔχων λαγόνων
πέμπτον ἐν ἠιθέοις, τρίτατον δ᾽ ἐνὶ παρθενικῇσιν,
τρεῖς δέ μοι ἀρτιγάμους δῶκε Φίλιννα κόρας:
λοιποὶ δ᾽ ἠελίοιο πανάμμοροι ἠδὲ καὶ αὐδῆς
τέσσαρες ἐκ λαγόνων εἰς Ἀχέροντα πέσον.