anonymi epigrammatici
εἰς Πορφύριον τὸν ἡνίοχονΠορφύριος Λίβυς οὗτος: ἀεθλοφόρων δ᾽ ἐπὶ δίφρων
μοῦνος παντοδαποὺς ἀμφέθετο στεφάνους.
νίκη γὰρ βασίλεια μεριζομένη κατὰ δῆμον,
χρώμασι καὶ πέπλοις συμμετάβαλλε τύχας: [p. 152]
ἥρμοσε δ᾽ αὐτὸν ἔχειν Βενέτοις πλέον, ἔνθεν ἀνέστη
χρύσεος ἀντ᾽ ἀρετῆς, χάλκεος ἀντὶ πόνων.