anonymi epigrammatici
θλῖβε δρακοντείους περιμήκεας ὄβριμε δειρὰς
Ἥρακλες, δακέτων ἄγχε βαθεῖς φάρυγας.
ἐξέτι νηπιάχοιο χόλον ζηλήμονος Ἥρης
ἄμπαυσον μοχθεῖν γνῶθι καὶ ἐκ βρέφεος.
οὐ γάρ σοι κρητὴρ χαλκήλατος οὐδὲ, λέβητες,
ἀλλ᾽ ὁδὸς εἰς αὐλὴν Ζηνός, ἔπαθλον ἔφυ.