arethas
εἰς Φεβρωνίαν μοναχήνΔρᾶσέ τί που καὶ νερτερίοις μετὰ πνεύμασιν ἀνδρῶν
Φεβρωνία ἑῆς σύμβολα συμπαθίης,
εἴ τις κἀνθάδε χρειὼ ἀφνειῶν ἦε πένησιν
οὐδὲ γὰρ οὐδ᾽ αὐτοῦ τῆς σφετέρης ἐς ἅπαν
ψυχαὶ λήθονται μεγαθύμων εὐεργείης:
ἔμπα γε μὴν αἰὼν ἡμετέρου βιότου
ἄρκιος εἴη θεῖον ἐπὶ προέμεν θάλαμόν μιν
Χριστοῦ, τὸν ῥα νυὸν σεμνὸν ἕλ᾽ ἀφθορίης,
λαμπάδ᾽ ἐλαίῳ φαιδρύνουσα φιλοπτωχείης:
ἧς τόδε σῆμ᾽ ὕπνου γνῶθι πολυχρονίου. [p. 142]