anonymi epigrammatici
εἰς τὸ αὐτόδεῦρ᾽ ἴδε, καὶ θάμβησον ὑπ᾽ ὀφρύσι κείμενον οἶκτον
καὶ θυμόν, βλεφάρων καὶ πυρόεσσαν ἴτυν, [p. 242]
καὶ μητρὸς παλάμην ἀλόχοιό τε πικρὰ παθούσης
ὁρμῇ φειδομένῃ πρὸς φόνον ἑλκομένην.
ζωγράφος εὖ δ᾽ ἔκρυψε φόνου τέλος, οὐκ ἐθελήσας
θάμβος ἀπαμβλῦναι πένθεϊ δερκομένων.