anonymi epigrammatici
νῆσός τις πόλις ἐστὶ φυτώνυμον αἷμα λαχοῦσα,
ἰσθμὸν ὁμοῦ καὶ πορθμὸν ἐπ᾽ ἠπείροιο φέρουσα:
ἔνθ᾽ ἀπ᾽ ἐμῆς ἔσθ᾽ αἷμα ὁμοῦ καὶ Κέκροπος αἷμα:
ἔνθ᾽ Ἥφαιστος ἔχει χαίρων γλαυκῶπιν Ἀθήνην
κεῖθι θυηπολίην πέμπειν κελόμην Ἡρακλεῖ. [p. 44]