anonymi epigrammatici
εἰς Νικόλαον Πατριάρχην Ἀλεξανδρείαςὃς βασιλεῖς ἐδάμασσε, καὶ ἠνορέην κατέπαυσεν
ἀντιπάλων, πατέρων εἵνεκεν εὐνομίης,
οὗτος ὑπὸ σμικρῷ κατάκειται σήματι τῷδε,
ἀρχιερεὺς Χριστοῦ Νικόλεως γεγαώς.
ἀλλ᾽ ἀρετὴ πολύολβος ἐπέπτατο πείρατα κόσμου,
καὶ ψυχὴ μακάρων ἀμφιπολεῖ θαλάμους.
τοίην γὰρ βιοτὴν ποθέεσκεν ἐὼν ἐπὶ γαίης,
σῶμα καλὸν πιέσας κυδαλίμοις καμάτοις.