anonymi epigrammatici
τοῦτό σοι ἠϊθέῳ Νίκη γέρας, ὃ χρόνος ἄλλοις
ὀψὲ μόλις πολιοῖς ὤπασε, Πορφύριε.
καὶ γὰρ ἀριθμήσασα πολυστεφέας σέο μόχθους
εὕρετο γηραλέων κρέσσονας ἡνιόχων.
τί πλέον, ὅττι καὶ αὐτὸς ἐπευφήμησεν ἀύσας
σὸν κλέος ἀντιπάλων δῆμος ἀγασσάμενος;
ὀλβίη ἡ Βενέτων πανελεύθερός ἐστι γενέθλη, ^ σε μέγας βασιλεὺς δῶρον ἔνευσεν ἔχειν.