anonymi epigrammatici
ὑμετέρων κήρυκες ἀμεμφέες εἰσὶν ἀγώνων
οἱ καὶ ἀπ᾽ ἀντιβίων, Πορφύριε, στέφανοι.
πάντας γὰρ σταδίοισιν ἀμοιβαδὸν αἰὲν ἐλέγχεις
ἀντιτέχνους, τῆς σῆς παίγνιον ἱπποσύνης.
τοὔνεκα καὶ ξεῖνον πρεσβήιον εὕραο μοῦνος,
εἰκόνα χαλκείην δήμῳ ἐν ἀμφοτέρῳ. [p. 370]