agathias scholasticus
Μαχλὰς ἐγὼ γενόμην Βυζαντίδος ἔνδοθι Ῥώμης,
ὠνητὴν φιλίην πᾶσι χαριζομένη:
εἰμὶ δὲ Καλλιρόη πολυδαίδαλος, ἣν ὑπ᾽ ἔρωτος
οἰστρηθεὶς Θωμᾶς τῇδ᾽ ἔθετο γραφίδι,
δεικνὺς ὅσσον ἔχει πόθον ἐν φρεσὶν ἶσα γὰρ αὐτῷ
κηρῷ τηκομένῳ κραδίη ἡ κραδίη. [p. 202]