antipater
εἰς εἰκόνα ΠινδάρουΝεβρείων ὁπόσον σάλπιγξ ὑπερίαχεν αὐλῶν,
τόσσον ὑπὲρ πάσας ἔκραγε σεῖο χέλυς: [p. 342]
οὐδὲ μάτην ἁπαλοῖς περὶ χείλεσιν ἑσμὸς ἐκεῖνος
ἔπλασε κηρόδετον, Πίνδαρε, σεῖο μέλι.
μάρτυς ὁ Μαινάλιος κερόεις θεός, ὕμνον ἀείσας
τῶν σέο, καὶ νομίων λησάμενος δονάκων.