anonymi epigrammatici
εἰς στήλην Θεοδοσίου βασιλέωςἜκθορες ἀντολίηθε, φαεσφόρος ἥλιος ἄλλος,
Θευδόσιε, θνητοῖσι, πόλου μέσον, ἠπιόθυμε,
ὠκεανὸν παρὰ ποσσὶν ἔχων μετ᾽ ἀπείρονα γαῖαν,
πάντοθεν αἰγλήεις, κεκορυθμένος, ἀγλαὸν ἵππον
ῥηιδίως, μεγάθυμε, καὶ ἐσσύμενον κατερύκων.