anonymi epigrammatici
1 ποῦ σοι μῆλα βέβηκεν, ἐμὸν τέκος; 2 ἕκτα μὲν Ἰνὼ
δοιά, καὶ ὀγδοάτην μοῖραν ἔχει Σεμέλη: [p. 86]
Αὐτονόη δὲ τέταρτον ἀφήρπασεν αὐτάρ Ἀγαυὴ
πέμπτον ἐμῶν κόλπων ᾤχετ᾽ ἀπαινυμένη:
σοὶ δ᾽ αὐτῇ δέκα μῆλα φυλάσσεται: αὐτάρ ἔγωγε,
ναὶ μὰ φίλην Κύπριν, ἓν τόδε μοῦνον ἔχω.