antipater
εἰς τὸ αὐτόΤανταλὶς ἅδε ποχ᾽ ἁ δίσς1᾽ ἑπτάκι τέκνα τεκοῦσα
γαστρὶ μιῇ, Φοίβῳ θῦμα καὶ Ἀρτέμιδι: [p. 234]
κούρα γὰρ προὔπεμψε κόραις φόνον, ἄρρεσι δ᾽ ἄρσην
δισσοὶ γὰρ δισσὰς ἔκτανον ἑβδομάδας.
ἁ δὲ τόσας ἀγέλας μάτηρ πάρος, ἁ πάρος εὔπαις,
οὐδ᾽ ἐφ᾽ ἑνὶ τλάμων λείπετο γηροκόμῳ:
μάτηρ δ᾽ οὐχ ὑπὸ παισίν, ὅπερ θέμις, ἀλλ᾽ ὑπὸ ματρὸς
παῖδες ἐς ἀλγεινοὺς πάντες ἄγοντο τάφους.
Τάνταλε, καὶ δὲ σὲ γλῶσσα διώλεσε, καὶ σέο κούραν
χἀ μὲν ἐπετρώθη, σοὶ δ᾽ ἔπι δεῖμα λίθος.